Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.22 | Dem. 4.27 (English) | >>Dem. 4.30 |
4.25τί οὖν κελεύω ; τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν , μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας · ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασιν . εἰ γὰρ ἔροιτό τις ὑμᾶς , “εἰρήνην ἄγετʼ , ὦ ἄνδρες Ἀθηναῖοι ;” “μὰ Δίʼ οὐχ ἡμεῖς γʼ ,” εἴποιτʼ ἄν , “ἀλλὰ Φιλίππῳ πολεμοῦμεν .”
4.26οὐκ ἐχειροτονεῖτε δʼ ἐξ ὑμῶν αὐτῶν δέκα ταξιάρχους καὶ στρατηγοὺς καὶ φυλάρχους καὶ ἱππάρχους δύο ; τί οὖν οὗτοι ποιοῦσιν ; πλὴν ἑνὸς ἀνδρός , ὃν ἂν ἐκπέμψητʼ ἐπὶ τὸν πόλεμον , οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ τῶν ἱεροποιῶν · ὥσπερ γὰρ οἱ πλάττοντες τοὺς πηλίνους , εἰς τὴν ἀγορὰν χειροτονεῖτε τοὺς ταξιάρχους καὶ τοὺς φυλάρχους , οὐκ ἐπὶ τὸν πόλεμον .
4.27οὐ γὰρ ἐχρῆν , ὦ ἄνδρες Ἀθηναῖοι , ταξιάρχους παρʼ ὑμῶν , ἵππαρχον παρʼ ὑμῶν , ἄρχοντας οἰκείους εἶναι , ἵνʼ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις ; ἀλλʼ εἰς μὲν Λῆμνον τὸν παρʼ ὑμῶν ἵππαρχον δεῖ πλεῖν , τῶν δʼ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν . καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω , ἀλλʼ ὑφʼ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον , ὅστις ἂν ᾖ .
ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι , τὸ δὲ τῶν χρημάτων , πόσα καὶ πόθεν ἔσται , μάλιστα ποθεῖτʼ ἀκοῦσαι . τοῦτο δὴ καὶ περαίνω . χρήματα τοίνυν · ἔστι μὲν ἡ τροφή , σιτηρέσιον μόνον , τῇ δυνάμει ταύτῃ τάλαντʼ ἐνενήκοντα καὶ μικρόν τι πρός , δέκα μὲν ναυσὶ ταχείαις τετταράκοντα τάλαντα , εἴκοσιν εἰς τὴν ναῦν μναῖ τοῦ μηνὸς ἑκάστου , στρατιώταις δὲ δισχιλίοις τοσαῦθʼ ἕτερα , ἵνα δέκα τοῦ μηνὸς ὁ στρατιώτης δραχμὰς σιτηρέσιον λαμβάνῃ , τοῖς δʼ ἱππεῦσι διακοσίοις οὖσιν , ἐὰν τριάκοντα δραχμὰς ἕκαστος λαμβάνῃ τοῦ μηνός , δώδεκα τάλαντα .
4.28
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.22 | Dem. 4.27 (English) | >>Dem. 4.30 |